Skip to content

Instantly share code, notes, and snippets.

@zelinskiy
Created November 14, 2025 22:11
Show Gist options
  • Select an option

  • Save zelinskiy/5c7e9e7f755540336d3c4950046b188f to your computer and use it in GitHub Desktop.

Select an option

Save zelinskiy/5c7e9e7f755540336d3c4950046b188f to your computer and use it in GitHub Desktop.
\documentclass[a5paper, 12pt]{article}
\usepackage[margin=.9in]{geometry}
\usepackage{fontspec}
\newfontfamily\greekfont[Mapping=TeX]{anaktoria.ttf}
\usepackage{polyglossia}
\setmainlanguage[variant=poly]{greek}
\usepackage{lettrine}
\renewcommand{\LettrineFontHook}{\fontspec{patmos.otf}}
\begin{document}
\thispagestyle{empty}
\greekfont
\lettrine[lines=4]{Ε}{στιν} γὰρ ἐν αὐτῇ πνεῦμα νοερόν, ἅγιον,
μονογενές, πολυμερές, λεπτόν,
εὐκίνητον, τρανόν, ἀμόλυντον,
σαφές, ἀπήμαντον, φιλάγαθον, ὀξύ,
ἀκώλυτον, εὐεργετικόν, φιλάνθρωπον,
βέβαιον, ἀσφαλές, ἀμέριμνον,
παντοδύναμον, πανεπίσκοπον
καὶ διὰ πάντων χωροῦν πνευμάτων
νοερῶν καθαρῶν λεπτοτάτων.
\renewcommand{\LettrineFontHook}{\greekfont}
\lettrine[lines=2]{Π}{άσης} γὰρ κινήσεως κινητικώτερον σοφία,
διήκει δὲ καὶ χωρεῖ διὰ πάντων διὰ τὴν καθαρότητα·
ἀτμὶς γάρ ἐστιν τῆς τοῦ θεοῦ δυνάμεως
καὶ ἀπόρροια τῆς τοῦ παντοκράτορος δόξης εἰλικρινής·
διὰ τοῦτο οὐδὲν μεμιαμμένον εἰς αὐτὴν παρεμπίπτει.
ἀπαύγασμα γάρ ἐστιν φωτὸς ἀιδίου
καὶ ἔσοπτρον ἀκηλίδωτον τῆς τοῦ θεοῦ ἐνεργείας
καὶ εἰκὼν τῆς ἀγαθότητος αὐτοῦ.
μία δὲ οὖσα πάντα δύναται
καὶ μένουσα ἐν αὑτῇ τὰ πάντα καινίζει
καὶ κατὰ γενεὰς εἰς ψυχὰς ὁσίας μεταβαίνουσα
φίλους θεοῦ καὶ προφήτας κατασκευάζει·
οὐθὲν γὰρ ἀγαπᾷ ὁ θεὸς εἰ μὴ τὸν σοφίᾳ συνοικοῦντα.
\lettrine[lines=2]{Ε}{στιν} γὰρ αὕτη εὐπρεπεστέρα ἡλίου
καὶ ὑπὲρ πᾶσαν ἄστρων θέσιν.
φωτὶ συγκρινομένη εὑρίσκεται προτέρα·
τοῦτο μὲν γὰρ διαδέχεται νύξ,
σοφίας δὲ οὐ κατισχύει κακία.
διατείνει δὲ ἀπὸ πέρατος ἐπὶ πέρας εὐρώστως
καὶ διοικεῖ τὰ πάντα χρηστῶς.
\lettrine[lines=2]{Τ}{αύτην} ἐφίλησα καὶ ἐξεζήτησα ἐκ νεότητός μου
καὶ ἐζήτησα νύμφην ἀγαγέσθαι ἐμαυτῷ
καὶ ἐραστὴς ἐγενόμην τοῦ κάλλους αὐτῆς.
εὐγένειαν δοξάζει συμβίωσιν θεοῦ ἔχουσα,
καὶ ὁ πάντων δεσπότης ἠγάπησεν αὐτήν·
μύστις γάρ ἐστιν τῆς τοῦ θεοῦ ἐπιστήμης
καὶ αἱρετὶς τῶν ἔργων αὐτοῦ.
\lettrine[lines=2]{Ε}{ἰ δὲ πλοῦτός} ἐστιν ἐπιθυμητὸν κτῆμα ἐν βίῳ,
τί σοφίας πλουσιώτερον τῆς τὰ πάντα ἐργαζομένης;
εἰ δὲ φρόνησις ἐργάζεται,
τίς αὐτῆς τῶν ὄντων μᾶλλόν ἐστιν τεχνῖτις;
καὶ εἰ δικαιοσύνην ἀγαπᾷ τις,
οἱ πόνοι ταύτης εἰσὶν ἀρεταί·
σωφροσύνην γὰρ καὶ φρόνησιν ἐκδιδάσκει,
δικαιοσύνην καὶ ἀνδρείαν,
ὧν χρησιμώτερον οὐδέν ἐστιν ἐν βίῳ ἀνθρώποις.
εἰ δὲ καὶ πολυπειρίαν ποθεῖ τις,
οἶδεν τὰ ἀρχαῖα καὶ τὰ μέλλοντα εἰκάζει,
ἐπίσταται στροφὰς λόγων καὶ λύσεις αἰνιγμάτων,
σημεῖα καὶ τέρατα προγινώσκει
καὶ ἐκβάσεις καιρῶν καὶ χρόνων.
\end{document}
Sign up for free to join this conversation on GitHub. Already have an account? Sign in to comment